Ephesians 5

1γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ, ὡς τέκνα ἀγαπητά, 2καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ Χριστὸς ἠγάπησεν
 ἡμᾶς = RP NA/NIV: || ὑμᾶς = WH Treg
ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ
 ἡμῶν = RP NA/NIV Treg: || ὑμῶν = WH
ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας.

3Πορνεία δὲ καὶ
 ἀκαθαρσία πᾶσα = WH Treg NA/NIV: || πᾶσα ἀκαθαρσία = RP
ἀκαθαρσία πᾶσα ⸃ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις,
4καὶ αἰσχρότης καὶ μωρολογία εὐτραπελία,
 ἃ οὐκ ἀνῆκεν = WH Treg NA/NIV: || τὰ οὐκ ἀνήκοντα = RP
οὐκ ἀνῆκεν ⸃, ἀλλὰ μᾶλλον εὐχαριστία.
5τοῦτο γὰρ
 ἴστε = WH Treg NA/NIV: || ἔστε = RP
ἴστε γινώσκοντες ὅτι πᾶς πόρνος ἀκάθαρτος πλεονέκτης,
 ὅ = WH Treg NA/NIV: || ὅς = RP
ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ θεοῦ.

6Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις, διὰ ταῦτα γὰρ ἔρχεται ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. 7μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν· 8ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε, 9 γὰρ καρπὸς τοῦ
 φωτὸς = WH Treg NA/NIV: || πνεύματος = RP
φωτὸς ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ,
10δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ κυρίῳ· 11καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε, 12τὰ γὰρ κρυφῇ γινόμενα ὑπ᾽ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν· 13τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται, 14πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν. διὸ λέγει· Ἔγειρε, καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι Χριστός.

15Βλέπετε οὖν
 ἀκριβῶς πῶς = WH NA/NIV: || πῶς ἀκριβῶς = Treg RP
ἀκριβῶς πῶς ⸃ περιπατεῖτε, μὴ ὡς ἄσοφοι ἀλλ᾽ ὡς σοφοί,
16ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν. 17διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ
 συνίετε = WH Treg NA/NIV: || συνιέντες = RP
συνίετε τί τὸ θέλημα τοῦ κυρίου·
18καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν πνεύματι, 19λαλοῦντες
 ἑαυτοῖς = WH Treg RP: || ἑαυτοῖς ἐν = NA/NIV
ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ
 ψάλλοντες = WH NA/NIV: || ψάλλοντες ἐν = Treg RP
ψάλλοντες τῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ,
20εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ θεῷ καὶ πατρί, 21ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ.

22Αἱ γυναῖκες τοῖς ἰδίοις
 ἀνδράσιν = WH NA/NIV: || ἀνδράσιν ὑποτασσέσθωσαν = Treg; || ἀνδράσιν ὑποτάσσεσθε = RP
ἀνδράσιν ὡς τῷ κυρίῳ,
23ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικὸς ὡς καὶ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας,
 αὐτὸς = WH Treg NA/NIV: || καὶ αὐτὸς ἐστιν = RP
αὐτὸς σωτὴρ τοῦ σώματος.
24ἀλλὰ
 ὡς = WH Treg NA/NIV: || ὡσπερ = RP
ὡς ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτως καὶ αἱ γυναῖκες
 τοῖς = WH Treg NA/NIV: || τοῖς ἰδίοις = RP
τοῖς ἀνδράσιν ἐν παντί.

25Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς
 γυναῖκας = WH Treg NA/NIV: || γυναῖκας ἑαυτῶν = RP
γυναῖκας, καθὼς καὶ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς,
26ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, 27ἵνα παραστήσῃ
 αὐτὸς = WH Treg NA/NIV: || αὐτὴν = RP
αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ῥυτίδα τι τῶν τοιούτων, ἀλλ᾽ ἵνα ἁγία καὶ ἄμωμος.
28οὕτως ὀφείλουσιν
 καὶ = WH Treg NA/NIV: || [omit] = RP
καὶ οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα· ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ,
29οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλὰ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ
 Χριστὸς = WH Treg NA/NIV: || κύριος = RP
Χριστὸς τὴν ἐκκλησίαν,
30ὅτι μέλη ἐσμὲν τοῦ σώματος
 αὐτοῦ = WH Treg NA/NIV: || αὐτοῦ ἐκ τῆς σαρκός αὐτοῦ καί ἐκ τῶν ὀστέων αὐτοῦ = RP
αὐτοῦ.
31ἀντὶ τούτου καταλείψει ἄνθρωπος
 τὸν = WH NA/NIV RP: || [omit] = Treg
τὸν
 πατέρα = WH Treg NA/NIV: || πατέρα αὐτοῦ = RP
πατέρα καὶ
 τὴν = WH NA/NIV RP: || [omit] = Treg
τὴν μητέρα καὶ προσκολληθήσεται
 τῇ γυναικὶ = Treg: || πρὸς τὴν γυναῖκα = WH NA/NIV RP
τῇ γυναικὶ ⸃ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.
32τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν. 33πλὴν καὶ ὑμεῖς οἱ καθ᾽ ἕνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν, δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.



Copyright information for SBLG